Koine and Biblical and Medieval Greek • From Μελίτωνος Περὶ Πάσχα [2nd cent. AD]

Καὶ οὕτως ὑψοῦ[ται ἐ]πὶ ξύλου καὶ τίτλος πρόσκει[ται]τὸν πεφονευμένον σημαίνων. Τίς [οὗτ]ος; Τὸ εἰπεῖν βαρὺκαὶ τὸ μὴ εἰπεῖν φοβερώτερον. Πλὴν ἀκούσατε τρέμοντεςδι' ὃν ἐτρόμησεν ἡ γῆ· Ὁ κρεμάσας τὴν γῆν κρέμαται. Ὁ πήξας τοὺς οὐρανοὺς πέπεκ[ται]. Ὁ στηρίξας τὰ πάντα ἐπὶ ξύλου ἐστήρικται. Ὁ δεσπότης παρύβρισται. Ὁ θεὸς πεφόνευται. Ὁ βασιλεὺς τοῦ Ἰσραὴλ ἀνῄρεται ὑπὸ δεξιᾶς Ἰσραηλίτιδος. Ὢ φόνου καινοῦ, ὢ ἀδικίας καινῆς. Ὁ δεσπότηςπαρεσχημάτισται γυμνῷ τῷ σώματι καὶ οὐδὲ περιβολῆςἠξίωται ἵνα μὴ θεαθῇ. Διὰ τοῦτο οἱ φωστῆρες ἀπεστρά-φησαν καὶ ἡ ἡμέρα συνεσκότασεν, ὅπως κρύψῃ τὸν ἐπὶ ξύ-λου γεγυμνωμένον, οὐ τὸ τοῦ κυρίου σῶμα σκοτίζων, ἀλ-λὰ τοὺς τούτων ἀνθρώπων ὀφθαλμούς.Καὶ γὰρ τοῦ λαοῦ μὴ τρέμοντος ἔτρεμεν ἡ γῆ.Τοῦ λαοῦ μὴ φοβηθέντος ἐφοβήθησαν οἱ οὐρανοί.Τοῦ λαοῦ μὴ περιεσχισμένου περιεσχίσατο ὁ ἄγγελος.Τοῦ λαοῦ μὴ κωκύσαντος »ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος, καὶ ὕψιστος ἔδωκεν φωνήν». Διὰ τοῦτο, ὦ Ἰσραήλ, ἐπὶ τοῦ κυρίου οὐκ ἐτρό[μης]ας, ἐπὶ τοῦ κυρίου οὐκ ἐφοβήθ[ης], [ἐπὶ τ]οῦ κυρίου οὐκ ἐκώκυσας, ἐπὶ τῶν π[ρωτοτόκων σου ἀ]νεκώκυσας, <ἐπὶ> τοῦ κρεμαμέν[ου κυρίου οὐ π]εριεσχίσω ἐπὶ τῶν πεφονευμένων σου περιεσχίσω·Ἐγκατέλι[πες τὸν κύριον], [οὐ]χ εὑρέθης ὑπ' αὐ[τοῦ].[Ἠδάφισας τὸν κύριον], [ἠδαφίσθης χαμαί].[Καὶ σὺ μ]ὲν [κεῖσαι νεκρός], [ἐκεῖνος] δὲ ἀνέστη ἐκ ν[εκρῶν] [καὶ ἀνέβη εἰς τὰ ὑψηλὰ τῶν] οὐρανῶν.Κύριος, ἐνδυ[σάμενος τὸν ἄν]θρωπον, καὶ παθὼν δ[ιὰ τὸν πάσχον]τα, καὶ δεθεὶς διὰ τὸν κρ[ατούμενον], καὶ κριθεὶς διὰ τὸν κατά[δικον], [καὶ] ταφεὶς διὰ τὸν τεθαμμέν[ον],[ἀνές]τη ἐκ νεκρῶν καὶ ταύτην [ἐβόησεν] τὴν φωνήν »‘Τίς ὁ κρινόμε[νος πρός] με; Ἀντιστήτω μοι.’ Ἐγὼ τὸ[ν κατά]δικον ἀπέλυσα. Ἐγὼ τὸν νεκρ[ὸν] ἐζωοποίησα. Ἐγὼ τὸν τεθαμμ[ένον] ἀνίστημι. Τίς ὁ ἀντιλέγων μοι; Ἐγώ, φησίν, ὁ Χριστός, ἐγὼ ὁ καταλύσας τὸν θάνατον καὶ θριαμβεύσας τὸν ἐχθρὸν καὶ καταπατήσας τὸν ᾅδην καὶ δήσας τὸν ἰσχυρὸν καὶ ἀφαρπάσας τὸν ἄνθρωπον εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν, ἐγώ, φησίν, ὁ Χριστός.» »Τοίνυν δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἀνθρώπων αἱ ἐνἁμαρτίαις πεφυραμέναι, καὶ λάβετε ἄφεσιν ἁμαρτημάτων. Ἐγὼ γάρ εἰμι ὑμῶν ἡ ἄφεσις, ἐγὼ τὸ πάσχα τῆς σωτηρίας, [ἐγὼ ὁ] ἀμνὸς ὁ ὑπὲρ ὑμῶν σφαγείς, ἐγὼ τὸ λ[ύτρον] ὑμῶν, ἐγὼ ἡ ζωὴ ὑμῶν, ἐγὼ ἡ ἀνάστασις ὑμῶν, ἐγὼ τὸ φῶς ὑμῶν, ἐγὼ ἡ σω[τηρία] ὑμῶν, [ἐγὼ] ὁ βασιλεὺς [ὑμῶν]. Ἐγὼ ὑμᾶς ἀνάγω εἰς τ[ὰ ὑψηλὰ] τῶν οὐρανῶν. Ἐγὼ ὑμῖν δείξω [τὸν] ἀπ' αἰώνων πατέρα. Ἐγὼ ὑμᾶς ἀν[αστή]σω διὰ τῆς ἐμῆς δεξιᾶς.» Οὗτός ἐς[τιν ὁ ποιήσας] τὸν οὐρανὸν καὶ τὴν γῆν,καὶ π[λάσας] ἐν ἀρχῇ τὸν ἄνθρωπον,ὁ διὰ νόμου [καὶ προ]φητῶν κηρυσσόμενος,ὁ [ἐν παρθέ]νῳ σαρκωθείς,ὁ ἐπὶ ξύλ[ῳ κρεμασθείς],ὁ εἰς γῆν ταφείς,ὁ ἐκ ν[εκρῶν ἀναστα]θείς,καὶ ἀνελθὼν εἰς [τὰ ὑψηλὰ τῶν οὐρανῶν],[ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός],[ὁ ἔχων ἐξουσίαν πάντα κρῖναι <καὶ> σῴζειν][δι' οὗ ἐποίησεν ὁ πατὴρ τὰ ἀπ' ἀρχῆς μέχρι αἰώνων].[Οὗτός ἐστιν «τὸ <Α> καὶ τὸ <Ω>]«.[Οὗτός ἐστιν «ἀρχὴ καὶ τέλος]«,[ - ἀρχὴ ἀνεκδιήγητος καὶ τέλος ἀκατάλημπτον] - .[«Οὗτός ἐστιν ὁ Χριστός].»[Οὗτός ἐστιν ὁ βασιλεύς].[Οὗτός ἐστιν Ἰησοῦς],[οὗτος <ὁ> στρατηγός],[οὗτος ὁ κύριος],[οὗτος ὁ ἀναστὰς ἐκ νεκρῶν],[οὗτος ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός].[Φορεῖ τὸν πατέρα καὶ ὑπὸ τοῦ πατρὸς φορεῖται],[«ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν]». [Μελίτωνος Περὶ Πάσχα][Εἰρήνη τῷ γράψαντι καὶ τῷ ἀναγινώσκοντι καὶ τοῖς ἀ]-[γαπῶσι τὸν κύριον ἐν ἀφελότητι καρδίας].

Statistics: Posted by jeidsath — Sun Mar 31, 2024 1:05 pm


People who read this article also liked:

[AuthorRecommendedPosts]